Μακάριον δὲ τῷ ὄντι, μὴ ὡς οἰκείοις προστετηκέναι
τοῖς ἐν τῇ γῇ, μηδὲ ὥσπερ πατρίδος
τινὸς φυσικῆς ἀντέχεσθαι τῶν ἐνταῦθα, ἀλλ' εἰδέναι τὴν ἀπὸ τῶν
βελτιόνων ἀπόπτωσιν, καὶ τὴν ἐκ καταδίκης ἐνθάδε διαγωγὴν βαρυνόμενον, οὕ
τω παροικεῖν, ὡς οἱ ὑπὸ δικαστῶν τινων ἐπί τισι πλημμελήμασιν εἰς τὴν ὑπερορίαν
ἐκ τῆς ἐνεγκούσης ἀπελαθέντες. Σπάνιος δὲ ὁ τοιοῦτος, ὁ μὴ ὡς ἰδίοις προσέχων
τοῖς παροῦσιν· ὁ τοῦ πλούτου τὴν χρῆσιν πρόσκαιρον ἐπιστάμενος· ὁ τοῦ σώματος τὴν
εὐεξίαν ὀλιγοχρόνιον τιθείς· ὁ γνωρίζων τῆς ἀνθρωπίνης δό ξης
τὸ ἄνθος ἀβέβαιον.


Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου